Ancient Greek
SB 5 7559
Documentary Papyri, SB 5 7559
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαῶφι …,ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Θαισᾶς ἀπελευθέρα Εὐτύχου τοῦ Ἡρακλείδου ἀπὸ κώμης Τεβτύνεως ὡς ἐτῶν ἑξήκοντα οὐλὴ πήχει δεξιῶι μετὰ κυρίου τοῦ τοῦ ἀπελευθερώσαντος αὐτὴν Εὐτύχου υἱοῦ Εὐτύχου τοῦ καὶ Λογγίνου ὡς ἐτῶν τριάκοντα οὐλὴ ὀφρύι ἀριστερᾷ συνκεχωρηκέναι τὴν ὁμολογοῦσαν Θαισᾶν μετὰ τὴν ἑαυτῆς τελευτὴν τοῖς ἐξ αὐτῆς γεγονόσι Πριμιγένῃ ἀπελευθέρῳ Πτολλαρίωνος τοῦ Εὐτύχου καὶ Ἀφροδίτηι ἀπελευθέραι τοῦ προγεγραμμένου Εὐτύχου τοῦ καὶ Λογγίνου τοῖς δυσὶ κοινῶς ἐξ ἴσου τὸ λοιπὸν τὸ ὑπάρχον αὐτῇ Θαισᾷ ἥμισυ μέρος ἀκληρονομήτου αὐτῆς πρότερον τοῦ ἀπελευθερώσαντος αὐτὴν Εὐτύχου ἡμίσους μέρους, ὅ ἐστιν τέταρτον μέρος οἰκίας διστέγου καὶ τῶν συνκυρόντων πάντων λεγομένης πρότερον Ναρκίσσου ἐν τῇ προκειμένῃ κώμῃ Τεβτύνει, ἀπὸ δὲ τοῦ νῦν ἐνοικεῖν τοὺς δύο Πριμιγένην καὶ Ἀφροδίτην ἅμα τῇ μητρὶ Θαισᾷ ἐν τῷ συνκεχωρημένῳ αὐτοῖς τετάρτῳ μέρει τῆς οἰκίας· ἐφʼ ὃν δὲ χρόνον περίεστιν ἡ Θαισᾶς, ἔχειν αὐτὴν τὴν κατὰ τούτου ἐξουσίαν οἰκονομεῖν περὶ αὐτοῦ, ὡς ἐὰν αἱρῆται. ὑπογραφεὺς Εὔτυχος ὁ καὶ Λογγῖνος ὁ προγεγραμμένος. μάρτυρες Πτολεμαῖος Ἡρακλήου ὡς ἐτῶν τριάκοντα τριῶν, οὐλὴ γόνατι δεξιῷ, Εὔτυχος Ἀρείου ὡς ἐτῶν τεσσαράκοντα ἐννέα, οὐλὴ μετώπῳ μέσῳ, Εὔτυχος Ζεύδιος ὡς ἐτῶν ν, οὐλὴ ὀφρύι ἀριστερᾷ, Πρωτίων Ἀθηνίωνος ὡς ἐτῶν μη, οὐλὴ γενείῳ μέσωι, Σαγάθης Ἀρείου ὡς ἐτῶν λ, οὐλὴ γόνατι δεξιῶι, Ἥρων Κρονίωνος ὡς ἐτῶν λε, οὐλὴ γενείῳ μέσωι, οἱ ἓξ μαρτυροῦσι τῇδε τῇ μεριτίᾳ, ἣ …καὶ μένειν κυρία, ἐφʼ οἷς περιέχει. Θαισᾶς ἀπελευθέρα Εὐτύχου τοῦ Ἡρακλείδου μετὰ κυρίου τοῦ τοῦ Εὐτύχου υἱοῦ Εὐτύχου τοῦ καὶ Λογγίνου ὁμολογῶ συνκεχωρηκέναι μετὰ τὴν τελευτήν μου οἷς ἐξ ἐμοῦ γεγονόσι Πριμιγένῃ ἀπελευθέρῳ Πτολλαρίωνος καὶ Ἀφροδίτῃ ἀπελευθέρᾳ Εὐτύχου τοῦ καὶ Λογγίνου κοινῶς ἐξ ἴσου τὸ λοιπὸν ἡμίσους μέρους τοῦ ὑπάρχοντός μου ἡμίσους μέρους πρότερον τοῦ ἀπελευθερώσαντός με Εὐτύχου οἰκίας πρότερον Ναρκίσσου ἐν Τεβτύνει, καθὼς πρόκειται. Λογγῖνος ἔγραψα καὶ ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. Πτολεμαῖος Ἡρακλήου μαρτυρῶ, καθὼς πρόκιται. Εὔτυχος Ἀρείου μαρτυρῶ, καθὼς πρόκιται. Εὔτυχος Ζωῆτος μαρτυρῶ καθὼς πρόκιται. Πρωτίων Ἀθηνίωνος μαρτυρῶ, καθὼς πρόκειται. Σαγάθης Ἀρείου μαρτυρῶ, καθὼς πρόκιται. Ἥρων Κρονίωνος μαρτυρῶ, καθὼς πρόκιται. ἀναγέγραπται διὰ Λουρίου τοῦ πρὸς τῷ γραφείῳ Τεβτύνεως καὶ Κερκεσούχων Ὄρους. Θαισᾶς ἀπελευθέρα διεθέμην, καθὼς πρόκειται, καὶ ἐσφράγισα …