Ancient Greek
7599.23 to 7599.34
Documentary Papyri, SB 5 7599.23-34
Not analysed yet
τράπεζαν τὴν συνκεκριμένην τιμὴν ἑκάστης ἀρούρης ἀργυρίου δραχμὰς εἴκοσι ὀκτώ ,ἕξομεν δὲ εἰς τὴν τούτων κατεργασίαν καὶ ἀνάκτησιν ἀτέλειαν ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μεθʼ ἃ τελέσομεν τῆς ἐν σπόρῳ φανησομένης ἑκάστης ἀρούρης πυροῦ ἀρτάβην μίαν καὶ τὸ ναύβιον, πρὸς ὕστερον δὲ οὐδὲν πραχθησόμεθα, μένει δὲ ἡμῖν καὶ ἐγγόνοις καὶ τοῖς μεταπαραλημψομένοις ἡ κράτησις καὶ κυρεία ἐπὶ τὸν ἀεὶ χρόνον, ἐὰν φαίνηται ἐπιστέλλειν, οἷς καθήκει, ἕκαστα ἐπιτελεῖν, ὃν τρόπον ἁρμόζει. …γραφ…ς. Εὔτυχος ὁ προγεγραμμένος κωμογραμματεὺς ἐπελθὼν ἐπὶ τὰς δηλουμένας ἀπὸ χέρσου σιτοφόρου εἰς σιτοφόρον ἀρούρας πέντε ,εὗρον αὐτὰς οὔσας ἀπὸ τοῦ εἰς πρᾶσιν συνκεχωρημένου ὑπολόγου καὶ μὴ οὔσας ἀπὸ ἐμβρόχου …εξ ἀνοχ…οντων μήτε τάξεων μὴ ὀφειλουσῶν παραδεικνύσθαι οἵ τε ὠνούμενοι οὔκ εἰσι τῶν κωλυομένων ὠνεῖσθαι οὔτε ὑποβλήτων, γειτόνων νότου καὶ ἀπηλιώτου χέρσος ἀνὰ μέσον ὄντος ὑδραγωγοῦ τοῦ ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους τοῦ πληρουμένου ἀπὸ τῶν ἀπὸ βορρᾶ κυ…μάτων, ἐξ οὗ ποτισθήσονται, ᾗ κατὰ συνήθειαν ποτίζονται. αἱ δὲ λοιπαὶ γειτνίαι …ὑπάρχουσιν. ἀναγράφονται δὲ διὰ γραφῆς ὑπολόγου ἀπὸ κατοικικοῦ ὑπολόγου καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Δομιτιανὸν Σεβαστὸν Γερμανικὸν ἀληθῆ εἶναι τὰ προγεγραμμένα. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Παχὼν Γερμανεικείου λ.