Ancient Greek
SB 5 7600
Documentary Papyri, SB 5 7600
Not analysed yet
Ἀκάμας …πλεῖστα χαίρειν καὶ ὑγιαίνειν. πρὸ μὲν πάντων ὅλων ἀσπάζεταί σε μεγάλως Ἀκαμείων, ὃ κατακυρεῖς αὐτῶν, καὶ Ἑλένη. λοιπὸν οὖν ἐρωτῶ σε μεγάλως καὶ παρακαλῶ σε, ὅπως τὸν ἵππον μου ἐπιβλέψῃς ἐπιμελῶς ὡς καὶ πάντοτε ποιεῖς καὶ λίαν μεγάλως σοι εὐχαριστῶ καὶ πάλιν εὐχαριστήσω, εἰδὼς καὶ σύ, ὅτι οὐκ ἀπανθρώπως ἄρρητα ποιεῖς· ἀλλὰ δύναμαι αὖ σοι ἀνταποδοῦναι τὰς χάριτας· οἶδα γάρ, ἅ μοι παρέχῃ· ἐὰν δὲ εὕρῃς τινὰ ἀσφαλῆον ἐρχόμενον, πεζῇ ἀπόστειλον τὸν ἵππον μου κατʼ Ἀκάμαν, καὶ ἐὰν χρείαν ἔχῃ, δοῖς αὐτῶι· πᾶσαν δὲ τὴν δαπάνην γράφε· οὐ θέλω ἵνα σε διαπέσῃ οὐδέν· ἀρκεῖ γάρ, ἅ μοι πάρεστι· λαβὲ δὲ παρʼ Ἀτλίου τοῦ υἱοῦ σου, ἃ ἀπέστειλά σοι ς… μαζῶν καὶ τοῦ ταρίχους δέκα, καὶ ἐξέτεισα λ…τερο…μενα…α…ενυς δοῖς Ἀκαμίων ……ἔγραψάς μοι ἀποστεῖλαί σοι συστατικὴν πρὸς …Σεκοῦνδον τὸν κεντυρίωνα ……ηρο…ιδου…ονα…σουρ…παν… τουπρ…ν… λίαν μεγάλως …εισι… μεγάλως. λοιπὸν μὴ …κε…αχις… να …μος. λίαν γὰρ …επι… ἀπέστειλα. λαβὲ αὐτὴν παρʼ Ἀτλίου ἢ παρὰ …λλαν…ουι…το…ιπ… αὐτη… τ…εουνηπλαλ…νη εἰμι κα…μυ ῥαφανίνου α…. ἀσπάζομαι τοὺς γείτονας, τὰ παιδία καὶ Τειλλίαν τὴν μητέρα. θέλω σε γινώσκειν, ὅτι κουράτωρ τῆς Ἀκάμου τύρμης γέγονα. ἔρρωσο. ἔτους β Τιβερίου Καίσαρος, Φαρμοῦθι ιζ.