Ancient Greek
SB 5 7987
Documentary Papyri, SB 5 7987
Not analysed yet
Δίδυμος Ἀδράστωι τῶι ἀδελφῶι χαίρειν. …σάκκους σοι ἔπεμψα καὶ τὸ κάδιον τὸ χαλκοῦν …κον δέδωκα ταὶ τὸν γαυνάκην ἀπὸ τοῦ Παῦνι …αδους δραχμὰς τεσσεράκοντα περὶ ποίαν ἡμε… δήλωσον, ἵνα εἰς τότε ἕτοιμος γένηται …έσπευσα δὲ αὐτὸν λαβεῖν, ἵνα εὐωνύτερον αὐτὸν …οὗτός ἐστιν, ὃν ἔγραψέ μοι Ἀθηναῖος ὁ ἀδελφὸς …φ… ἐὰν δέῃς· καὶ τὰ λοιπὰ τῆς ἐντολῆς μου τετελεκὼς δώσεις αὐτῷ· ἐὰν δὲ διὰ τὰ μετέωρα ᾖς περιεσπασμένος, μεταδώσεις αὐτῷ. ἔρρωσο ἄδελφε Ἄδραστε, Ἀθηναῖός σε ἀσπάζεται. …ους τοῦ αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Καισαρείου κζ.