Ancient Greek
SB 5 8001
Documentary Papyri, SB 5 8001
Not analysed yet
Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου ἑπτακωμίας παρὰ Ψενανούφιος Ἀρτεπῶτος τῶν ἀπὸ Τανυαίθεως· ἔχων πρᾶγμα Παχούμιος Παπαίκιος τῶν ἀπὸ Τερύθεως τοῦ αὐτοῦ νομοῦ περὶ ὀφειλήματος ἀργυρίου δραχμῶν ξϛ, ἀξιῶ παραγγελῆναι αὐτῷ διʼ ἑνὸς τῶν περὶ σὲ ὑπηρετῶν ἥξειν εἰς τὸν ἐπʼ ἀγαθῷ ἐσόμενον διαλογισμὸν Ἁτερίου Νέπωτος τοῦ κρατίστου ἡγεμόνος.