Ancient Greek
SB 5 8003
Documentary Papyri, SB 5 8003
Not analysed yet
κυρίῳ μου ποθεινοτάτῳ υἱῷ Ἀμμωνίῳ Πανίσκος ὁ πατὴρ μετὰ τῆς ἐπιτυχίας. βουλήσει τοῦ κρείττονος καὶ τῆς προνοίας συνελθούσης ἐδυνήθην ὀψέ ποτε περιποιῆσαί σοι γάμον οὐ τὸν τυχόντα τῶν πιασάντων ὅλων πέρας ἐσχηκότων, ὡς ἔτυχεν περὶ ταύτης τῆς προφάσεως καὶ ἐπειδὴ ὁ θεὸς ἤνεγκεν εἰς φῶς αὐτό, τοῦτο τὸ κινούμενον γράφω δηλῶν, κείσθω δὲ τοῦτο ἐν τῇ σῇ λογιότητι. καὶ ἐπειδὴ ἀρχὴ γέγονεν τῆς ὁμιλίας, ἐζήτησαν τὸν πρωτότυπον τὴν σὴν διάθεσίν με γνῶναι. τέως ὑπερεθέμην τοῦ ἐπιθεῖναι ἢ δοῦναι τὸ τυχόν, ἕως μάθω τὸν σκοπόν σου. εἰ μὲν προῄρησαι ἀποδημῆσαι, ἵνα δηλώσῃς μοι, εἰ δὲ πάλιν ἐπανελθεῖν δηλώσῃς μοι, οὐ γὰρ ἀναμενοῦσιν οἱ ἄνθρωποι. καὶ ταῦτα μὲν οὕτως, ἵνα σαφηνίζων καὶ συντόμως εἴπω. ὁ κύριός μου Δημέας …ειμ…οι… ἀπʼ αὐτοῦ τὴν γυναῖκα …ωνος ἐκβαλεῖν …τοῦ εὐτροπια… ἐὰν ἀναγνῷς ταύτην τὴν ἐπιστολὴν …ἀτρυγόνιστα ὀφείλομεν πρόβατα …κυρίῳ μου υἱῶι ποθεινοτάτῳ …