Ancient Greek
SB 5 8002
Documentary Papyri, SB 5 8002
Not analysed yet
…Χαιρᾶτι τῶι υἱῶι πλεῖστα χαίρειν. πρὸ παντὸς ἐστίν μοι διʼ εὐχῆς τὸ ὑγιαίνειν σε. κόμισαι διὰ τοῦ ἀναδιδόντος σοι τὸ ἐπιστόλιον Πωλίωνος κεράμια ἐσφραγισμένα β ὀλύρας σφραγῖδα ἔχοντα γλύμματι Σαχύψεως Καλοῦς Μεγιστοῦς. καὶ ἔσχον παρʼ αὐτοῦ δραχμὰς η, ἵνα δώσεις αὐτῷ τὰς ἴσας. καλῶς οὖν ποιήσεις ἀντιφωνήσας μοι περί τε τῆς ὑγιείας σου καὶ περὶ ὧν χρῄσῃ καὶ περὶ τῶν ἱματίων, ἐὰν κομίσῃς, εἰ καὶ Παβοῦς σοι ἔδωκεν ἑτέραν ἐπιστολὴν καὶ τὸ σφυρίδιον. ἐν τάχει οὖν μοι δήλωσον, ἐπεὶ ὀλιγοψυχοῦμαι περὶ ἁπάντων, ὡς ἂν ἀπολάβῃς. γινώσκειν σε θέλω, ὅτι κλάδον μέγαν ἐκ τῆς ἀκάνθης τῆς ἐν τῇ οἰκίᾳ σου πέπτωκεν ἐπάνω τοῦ τοίχου πρὸ πολλοῦ. δήλωσον οὖν Ἑρμοκράτῃ, ἵνα ἐκβάλῃ αὐτὸ ἐπάνω τοῦ τοίχου, ἐπεὶ ἔλεγεν, ὅτι χωρὶς τῆς γνώμης σου οὐ ποιῶ, ἐπεὶ καὶ ἕνεκα τοῦ τοίχου ποιοῦμεν. ἀσπάζεταί σε Ἑρμοκράτης καὶ Ἑλένη καὶ Χρῆστος μεγάλως καὶ Ἀχιλλεὺς καὶ τοὺς ὑμῶν πάντας. ἐρρῶσθαί σε εὔχομαι. Παῦνι α.