Ancient Greek
SB 5 8006
Documentary Papyri, SB 5 8006
Not analysed yet
Μίλων Φιλαδέλφῳ τῷ φιλτάτῳ χαίρειν. μελησάτω σοι ἀνενεγκεῖν μοι τὸν χαλκοῦν μου. μνήσθητι, ὅτι ὤμοσάς μοι κατὰ τῆς κυρίας θεᾶς σου καὶ τῆς ἀρετῆς. ἐὰν δὲ μὴ ἀναβῇς, καταβαίνω ἐγὼ κάτω. Μίλων Σουκμηνίῳ τῷ ἀδελφῷ χαίρειν. μελησάτω σοι περὶ τῶν φυλάκων, ἐπεὶ οἱ …ἄνθρωποι χειμάζουσιν καὶ ἐρώτησον Τνεφερσάιν περὶ τοῦ υἱοῦ αὐτῆς, ἵνα φυλάξῃ, αὐτὴ γὰρ ἔλεγε περὶ αὐτοῦ καὶ τοὺς σίφωνας ἀνένεγκον. εἶπον Διονύτι περὶ τοῦ ἀμίου καὶ ἔλεγέ μοι· δώσω σοι ἐγὼ πάρες οὖν, ὅτι εὕρηκα