Ancient Greek
SB 5 8007 [B]
Documentary Papyri, SB 5 8007
Not analysed yet
τῶν ὑπὸ …πραιπόσιτον Ἀρτεμιδώρα Μέλανος ἀπὸ τῆς λαμπροτάτης Ἑρμουπόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι κατὰ τήνδε τὴν δισσὴν ἔγγραφον ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι καὶ ἐλθοῦσαν εἰς ἐμὲ ἀπὸ δικαίου ὠνῆς γενομένης εἰς ὄνομά μου καὶ τοῦ προκειμένου βεβαιωτοῦ ὑπὸ Αὐρηλίου Ἀήτου καταειταει ἀπὸ λιμένος Βερνίκης δούλην Αἰλανοῦν ὀνόματι Καλημέραν ὡς ἐτῶν εἴκοσι οὐλόκομον ἢ καὶ τίνι ὀνόματι καλεῖται ἢ καὶ κληθήσεται, ἣν καὶ ἐντεῦθεν παραδέδωκά σοι ἰδίᾳ πίστει καὶ καλῇ αἱρέσει, πιστὴν καὶ ἄδραστον οὖσαν ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς καὶ ἀνεπίλημπτον ἀπὸ δαίμονος τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων ἐνακοσίων δέκα τριῶν καὶ δραχμῶν δισχιλίων γίνονται ἀργυρίου τάλαντα ϡιγ δραχμαὶ Β, ἃπερ ἀπέσχον παρὰ σοῦ τῆς ὠνουμένης διὰ χειρὸς ἐκ πλήρους καὶ εἶναι περὶ σὲ τὴν ὠνουμένην καὶ τοὺς παρὰ σοῦ τὴν τῆς πεπραμένης σοι, ὡς πρόκειται, δούλης Καλημέρας κυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῆσθε τρόπον ἀπὸ τοῦ νῦν ὁμοίως ἐπὶ τὸν ἀεὶ χρόνον. τὴν μέντοι προκτητικὴν πρᾶσιν ἐν ἐκτάκτῳ σοι ἐπήνεγκα τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλον ὑπὲρ ἐμοῦ ἐπὶ σὲ τὴν ὠνουμένην μηδὲ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί. ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ, ἥ τε ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῇ ὠνουμένῃ ἢ τοῖς παρὰ σοῦ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία, ἣν καὶ δισσὴν ἐξεδόμην …