Ancient Greek
SB 5 8027
Documentary Papyri, SB 5 8027
Not analysed yet
Ταρεμ…αι Χαιρήμονι τῷ πατρὶ πλεῖστα χαίρειν. καὶ πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ ἐγὼ ὑγιαίνω μετὰ τῶν ἐμῶν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς· μετάμελός γέγονε, ὧν πεποίηκε· οὐκ αὐτῷ μόνῳ τοῦτο συνέβη· εὐχαριστῶ μὲν τοῖς θεοῖς ὅτι τὸν νοῦν αὐτοῦ καὶ τὴν ὑγίειαν αὐτοῦ πάλιν ἔσχηκε· μὴ σκύλῃς σεαυτὸν ἀναβῆναι· ὁ σκυλμὸς γὰρ οὐκ ἔστι μικρός· ἐὰν εὕρῃς εὐκαιρίαν, Περσίωνα λαμβάνουσα σὺν αὐτῷ καταπλέω· ἀσπάζομαι τὰς ἀδελφάς μου καὶ τὰ τέκνα αὐτῶν καὶ τοὺς ἄνδρας αὐτῶν καὶ τὸν ἀδελφόν μου· καὶ ἀσπάζεται ὑμᾶς Πανισνεὺς πάντας κατʼ ὄνομα καὶ Ἀνχαρῆνις ὁ υἱός μου ἀσπάζεται ὑμᾶς. ἀπόδος ειπι… κώμῃ τοῦ Ἀρσινοίτου …τῆς θυγατρός.