Ancient Greek
SB 5 8028
Documentary Papyri, SB 5 8028
Not analysed yet
Φλαύιος …ων Σερῆνος Φοιβάμμων ὁ μεγαλοπρεπέστατος κόμες καὶ ἄρχων τῆς Θηβαίων ἐπαρχίας. ὅτι θεοῦ ἡγουμένου τὰς ὑφʼ ἡλίῳ πόλεις ἰθύνων βασιλεὺς ὁ κράτιστος ὅπλοις καὶ στρατιωτικοῖς καταλόγοις εἰς παράταξιν παρεσκευασμένοις τῇ τῶν τακτικῶν ἐμπειρίᾳ μετὰ τῆς τῶν νόμων τάξεως τειχίζει, χαρακτηρίζει τοῦτο τὸ νῦν φοιτῆσαν εὐτύχημα τῷ Θηβαίων ἔθνει. θεσπίσαι γὰρ εὐτυχῶς κατηξίωσεν διὰ θείου πραγματικοῦ τύπου ἐνιδρῦσθαι τῇ Ἑρμουπολιτῶν πόλει ἀριθμὸν τῶν εὐκαθοσιώτων Νουμιδῶν Ἰουστινιανῶν ἀνδρῶν πεντακοσίων ὀκτὼ πρὸς παραφυλακὴν τῆς Θηβαίων ἐπαρχίας καὶ πρὸς ἐκδίωξιν πάσης βαρβαρικῆς ἐπιδρομῆς καὶ σιτήσεις αὐτοῖς χορηγεῖσθαι προσέταξεν· τὴν γὰρ ἀγαθὴν καὶ προνοητικὴν διοίκησιν πέρατι παραδοῦναι προστέτακται ὁ ἐνδοξότατος κόμες Πλουτῖνος, ἀνὴρ τῇ εὐσεβεῖ ταύτῃ πολιτείᾳ χρήσιμος γεγονὼς καὶ ἐν τοῖς κοινοῖς πράγμασι εὐδόκιμος φανείς, ὡς καὶ μεμαρτύρηται παρὰ τῆς κρατούσης τύχης καὶ τῆς ὑψηλοτάτης καθέδρας, ὅστις ἐκ προοιμίων τῆς αὐτοῦ ἀφίξεως ἔδειξε τὸ φύσει προσὸν τῇ αὐτοῦ ἐνδοξότητι πρᾶον, τὸ λυσιτελοῦν ἑκάστῳ διασκοπῶν. θελήσατε τοίνυν δεχόμενοι τοῦτο τὸ δικαστικὸν πρόσταγμα χορηγῆσαι τοῖς προδηλωθεῖσιν εὐκαθοσιώτοις Νουμίδαις Ἰουστινιανοῖς διὰ Θεοτέκνου τοῦ καθωσιωμένου αὐτῶν ὀπτίωνος, εἰς ἄνδρας πεντακοσίους ὀκτὼ τελοῦσιν, ὑπὲρ μὲν μηνὸς Μαΐου καὶ Ἰουνίου τῆς τρεισκαιδεκάτης ἰνδικτίονος, ὑπὲρ δὲ Ἰουλίου καὶ Αὐγούστου κατὰ μὲν Ῥωμαίους τῆς αὐτῆς τρεισκαιδεκάτης ἰνδικτίονος, κατὰ δὲ Αἰγυπτίους τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως, ἀκολούθως τῇ καταπεμφθείσῃ θείᾳ δηληγατίονι καὶ τῇ ὑποτεταγμένῃ γνώσει, εἰδότες, ὡς, εἰ κατά τι ῥᾳθυμία τις παρακολουθήσῃ, οὐκ ἐκτὸς ἔσεσθε δικαστικῆς κινήσεως. διὰ γὰρ τοῦτο ἐκ τάξεως ἀπέσταλται. legi legi. τοῖς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου …χρὴ ἐκ τῆς ὑμῶν κώμης τὸ ὑποτεταγμένον μέτρον σίτου καὶ οἰνοκρέου καὶ ἀχύρου εἰσενεγκεῖν καὶ παρασχεῖν τοῖς γενναιοτάτοις στρατιώταις τοῖς ἐκ τοῦ τάγματος τῶν γενναιοτάτων Νουμιδῶν Ἰουστινιανῶν διʼ ἀξιοπίστου ἐπιμελητοῦ διὰ Θεοτέκνου καθωσιωμένου αὐτῶν ὀπτίωνος ὑπὲρ μὲν μηνὸς Μαίου καὶ Ἰουνίου τῆς τρεισκαιδεκάτης ἰνδικτίονος, ὑπὲρ δὲ Ἰουλίου καὶ Αὐγούστου κατὰ μὲν Ῥωμαίους τῆς αὐτῆς τρεισκαιδεκάτης ἰνδικτίονος, κατὰ δὲ Αἰγυπτίους τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως δηλαδὴ τῆς καταβολῆς γιγνομένης τὰς φορμαρίας κομίζεσθε· σίτου modii σιη οὕτως· τῷ ὀπτίονι modii σι τῷ δημοσίῳ σίτου modii η