Ancient Greek
SB 5 8034
Documentary Papyri, SB 5 8034
Not analysed yet
ἔτους δωδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ αὐτοκράτορος, Παῦνι κ Σεβαστῇ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος. ὁμολογοῦσιν Ἀμμώνιος καὶ Ἑρμόδοτος ἀμφότεροι Σαραπίωνος Κενδέᾳ Κενδέου καὶ τῇ τούτου μὲν γυναικί, τοῦ δὲ Ἀμμωνίου καὶ Ἑρμοδότου ἀδελφῇ Ἀπολλωνίᾳ τοῦ αὐτοῦ Σαραπίωνος, ἐν ἀγυιᾷ, ἀπέχειν παρʼ αὐτῶν ὁ μὲν Ἀμμώνιος τὸ ἐπιβάλλον αὐτῷ τε καὶ τῷ ἑτέρῳ αὐτοῦ καὶ τοῦ Ἑρμοδότου καὶ Ἀπολλωνίας ἀδελφῷ Πετουσίῳ τοῦ αὐτοῦ Σαραπίωνος, νυνὶ ὄντι ἀποδήμῳ, δίμοιρον μέρος· ὁ δὲ Ἑρμόδοτος τὸ καὶ αὐτῷ ἐπιβάλλον τρίτον μέρος ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμῶν ἑβδομήκοντα δύο κεφαλαίου δανείου, ὃ Ἀμμώνιος καὶ Ἑρμόδοτος καὶ Πετούσιος δεδανείκασι τῷ τε Κενδέᾳ καὶ τῇ γυναικὶ Ἀπολλωνίᾳ κατὰ συνγραφὴν τὴν τελειωθεῖσαν διὰ τοῦ ἐν Ὀξυρύγχων πόλει μνημονείου τῷ Παῦνι μηνὶ τοῦ ὀγδόου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ αὐτοκράτορος ἐπʼ ἐνοικισμῷ τῶν σημανθέντων διὰ ταύτης τόπων καὶ ἐπὶ τὸν δηλωθέντα χρόνον· καὶ μηδὲν ἐνκαλεῖν μηδʼ ἐνκαλέσειν μηδʼ ἐπελεύσεσθαι τοὺς ὁμολογοῦντας μηδʼ ἄλλον ὑπὲρ αὐτῶν τῷ Κενδέᾳ μηδὲ τῇ γυναικὶ Ἀπολλωνίᾳ μηδὲ τοῖς παρʼ αὐτῶν μήτε περὶ τούτου μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας, ὁ δὲ Ἀμμώνιος καὶ πάντα τὸν ἐπελευσόμενον αὐτοῖς ἢ τοῖς παρʼ αὐτῶν ἐκ τοῦ τοῦ ἀδελφοῦ Πετουσίου …τούτων χάριν ἀποστήσειν αὐτὸν τοῖς ἰδίοις αὐτοῦ δαπανήμασι, ἢ χωρὶς τοῦ τὴν ἐσομένην ἔφοδον ἄκυρον εἶναι ἔτι καὶ ἐκτίνειν τοὺς ὁμολογοῦντας ἢ τὸν ὑπὲρ αὐτῶν ἐπελευσόμενον τοῖς προγεγραμμένοις ἢ τοῖς παρʼ αὐτῶν καθʼ ἑκάστην ἔφοδον τό τε βλάβος καὶἐπίτιμον ἀργυρίου δραχμὰς τεσσαράκοντα καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηθὲν ἧσσον κυρία ἡ συγγραφή. ἔτους δωδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ αὐτοκράτορος, Παῦνι κ, Σεβ…υ καὶ διὰ Ἡρακλείδου τοῦ συνεσταμένου ὑπὸ Ἐπιμάχου ἀγορανόμου κεχρημάτισται