Ancient Greek
SB 5 7657
Documentary Papyri, SB 5 8033
Not analysed yet
Δαιμάχωι διαδόχωι καὶ στρατηγῶι παρὰ Πετεαροήριος τοῦ Φήξιος γεωργοῦ τῶν ἀπὸ Διοσπόλεως τῆς μεγάλης. ἀδικοῦμαι ὑπὸ Πεμσάιος τοῦ Φανούφιος· ὑπαρχούσης γὰρ τῆι ἐμῆι γυναικὶ Τσενονπμοῦτι γῆς ἠπείρου, ἥ ἐστιν ἐν τῆι κάτω τοπαρχίαι τοῦ Περιθήβας ἀρουρῶν π, συνέβη ἐν τῆι γενομένηι ταραχῆι πραθῆναι ἀπὸ τούτων τῶι προγεγραμμένωι ἐν τοῖς ἀδεσπότοις ἀρούρας νγ, τῆς γυναικός μου ἔτι περιούσης ἐν τοῖς κάτω τόποις καὶ παραγεγενημένης ἐπὶ τοὺς τόπους καὶ ὑπομενούσης συνπληρῶσαι τὰς διὰ τῆς διαγραφῆς ἀρούρας νγ οὐχ ὑπομένει ἐξιδιαζόμενος τὰς λοιπὰς ἀρούρας κζ παρὰ τὸ καθῆκον βιαζόμενος. ἀξιῶ οὖν σε μετὰ πάσης δεήσεως, ἐάν σοι φαίνηται, συντάξαι γράψαι Ἰμούθηι τῶι τοπογραμματεῖ προσανενεγκεῖν τὰ κατὰ τὴν διαγραφὴν τὸ πλῆθος τῶν ἀρουρῶν, ὅπως ἀπομετρήσω αὐτῶι καὶ παραλάβω τὴν ὑπάρχουσάν μοι γῆν ἄπρατον. τούτου γὰρ γενομένου τεύξομαι διὰ σε τοῦ δικαίου. εὐτύχει. ἔτους κδ, Θαῦτ. ταμιεῖον σκαφείῳ να χαρτῶν ρ β…χ ι β