Ancient Greek
SB 5 8086
Documentary Papyri, SB 5 8086
Not analysed yet
……αν… …και…ου παρὰ Αὐρηλίου Καλαμ…ι μητρὸς Ἀπιλλας ἀπὸ κώμης Νειλουπόλεως καταγινομένου ἐν κώμῃ Σεντρεπάει. βούλομαι μισθώσασθαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων τῇ εὐσχήμονι καὶ προσεχοε εν…οσι πρότερον Φλαυίας Ἰσιδώρας τῆς καὶ Κυρίλλης πρόβατα ῥωμαλέα ἀθάνατα ἀρσενικὰ καὶ θηλυκὰ ἐξ ἴσου ἀριθμῷ πεντήκοντα αἶγας πέντε ,ἀπὸ μὲν κούρας Θὼθ τοῦ ἐνεστῶτος πρώτου ἔτους πρόβατα εἴκοσι πέντε ,ἔνποκα δὲ εἰς κούραν Φαμενὼθ τοῦ αὐτοῦ ἔτους τὰ λοιπὰ πρόβατα εἴκοσι πέντε ,πάντα χωρὶς γονῆς, ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ μηνὸς Θὼθ τοῦ ἐνεστῶτος πρώτου ἔτους, φόρου κατʼ ἔτος τῶν ἴσων καὶ προτελουμένων ὑπʼ ἐμοῦ ἀργυρίου δραχμῶν ὀκτακοσίων ,ἐφʼ ᾧ πᾶσαν ἐπιμέλειαν ποιήσομαι κατανέμων νομὰς καλλίστας καὶ ἐπιχορηγῶν ὀψώνια ποιμένων καὶ τῆς καλουμένης …ο… τὸν κατʼ ἔτος φόρον ἀποδώσω διʼ ἑξαμήνου τὸ αἱροῦν ἐξ ἴσου Φαμενὼθ καὶ Θώθ, καὶ μετὰ τὸν χρόνον παραδώσω τὰ θρέμματα ῥωμαλέα καλὰ εὐάρεστα ἀριθμῷ πλῆρες ἔνποκα καὶ ἀπὸ κούρας, διὰ τὸ παρειληφέναι ἀθάνατα ἀκίνδυνα ἐκτὸς κινδύνου καὶ πάσης ἐπηρείας, ἐὰν φαίνηται μισθῶσαι, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Κάλαμος …οὐλὴ …γόνυ δεξιόν. …διʼ ἐμοῦ Αὐρηλίου… ἐπιτρόπου α…μ…φορ κλ …τα…ωρπ… ἐπιτα…δια…, ὡς πρόκειται. …τοῦ κυρίου ἡμῶν Κλαυδίου Σεβαστοῦ Χοίακ