Ancient Greek
SB 5 8087
Documentary Papyri, SB 5 8087
Not analysed yet
παρὰ Διονυσίου Νειλάμμωνι μισθωτῇ προβάτων πρότερον Κυρίλλης χαίρειν. τὰ παρὰ σοὶ πρόβατα τῶν πρότερον Κυρίλλης ἀριθμῷ πεντήκοντα θηλυκὰ καὶ ἀρσενικὰ ἐξ ἴσου καὶ αἶγας πέντε παράδος Πεχύσι ἀρχιποιμένι λαμβάνων παρʼ αὐτοῦ τῆς παραδόσεως γράμματα. σεσημείωμαι καὶ παράδος ὡς πρόκειται. ἔτους α τοῦ καὶ ἔτους δ. Παχὼν κϛ