Ancient Greek
SB 5 8755
Documentary Papyri, SB 5 8755
Not analysed yet
Ἀνδρόμαχος Ἀρχήβει χαίρειν. τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. ἔρρωσο. ἔτους δ …. Λεωνίδηι. Σεμθεῖ τῶν ἐκ Φῦς βασιλικῶν γεωργῶν μέτρησον συνεπιστέλλοντος Ἀρχήβιος τοῦ βασιλικοῦ γραμματέως δάνεια εἰς σπέρματα τοῦ εἰσιόντος δ ἔτους, εἰς ἣν γεωργοῦσι περὶ τὴν κώμην βασιλικὴν γῆν, ληφθείσης αὐτοῦ χειρογραφίας ὅρκου βασιλικοῦ περὶ τοῦ κατασπερεῖν τὴν γῆν καὶ παραδώσειν ἐκ νέων ἅμα τοῖς τῆς γῆς ἐκφορίοις μετὰ τῆς τοῦ τοπογραμματέως καὶ τῶν εἰθισμένων γνώμης, πυροῦ ἀρτάβας τέσσαρας. γίνονται ἀρτάβαι δ καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι. Ἀρχήβει