Ancient Greek
SB 5 8756
Documentary Papyri, SB 5 8756
Not analysed yet
Ἀνδρόμαχος Ἀρχήβει χαίρειν. τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. Λεωνίδηι. μέτρησον συνεπιστέλλοντος Ἀρχήβιος τοῦ βασιλικοῦ γραμματέως δάνεια εἰς σπέρματα τοῦ εἰς τὸ …ἔτος σπόρου Ἀπολλωνίωι Ἡρακλείδου τῶν κατοίκων εἰς τὸν ὑπάρχοντα αὐτῶι περὶ Μοῦχιν κλῆρον κατοικικόν, μεμαρτυρημένωι ὑπό τε τοῦ βασιλικοῦ γραμματέως καὶ τῶν πρεσβυτέρων ἀσθενοῦς διὰ τὴν ἀβροχίαν τοῦ κλήρου εἰς ἄσπορον ἐαθέντος γεωργεῖν ἀρούρας να 𐅵καὶ ναύβιον ἐλασσωθῆναι κατὰ τὰς μεμετριασμένας μετὰ τῆς τοῦ Ἀρχήβιος γνώμης πρότερον ληφθείσης αὐτοῦ χειρογραφίας ὅρκου βασιλικοῦ περὶ τοῦ κατασπερεῖν τὸν γεωργούμενον κλῆρον καὶ παραδώσειν ἐκ νέων ἅμα τοῖς καθήκουσι, ἀνυπόλογον παντὸς ὑπολόγου, πυροῦ ἀρτάβας πεντήκοντα. γίνονται πυροῦ ἀρτάβαι ν καὶ σύμβολα καὶ ἀντισύμβολα ποίησαι.