Ancient Greek
8974.Fr32.36 to 8974.Fr32.58
Documentary Papyri, SB 6 8974.Fr32.36-58
Not analysed yet
καὶ καθʼ ἑκάστην ἔφοδον ἐπίτιμον χαλκοῦ τάλαντα τριάκοντα καὶ εἰς τὸ βασιλικὸν τὰ ἴσα καὶ μηθὲν ἧσσον. ἡ πρᾶξις ἔστω Ζωσίωι καὶ τοῖς παρʼ αὐτοῦ πᾶσιν κατὰ τὴν συνγραφὴν καθάπερ ἐκ δίκης καθότι αὑτοῖς ἑκόντες πρὸς ἑκόντας συνεχώρησαν, ἡ δὲ ἡ γραφὴ ἥδε κυρία ἔστω. γνωστὴρ πάντων τῶν προγεγραμμένων Θεόφαντος Ἀνθαγόρου Ῥόδιος τῶν Ἀμμωνίου καὶ Νικοστράτου κατοίκων καὶ διάδοχος τοῦ πατρικοῦ κλήρου. μάρτυρες· Ἡρόδοτος Καρδ…, Φιλώτας Πολέμωνος, Κάλλιππος Φιλώτου, οἱ τρεῖς Θρᾷκες, Ἀντιφῶν Νικάνορος Ἀ… Ἀλέξανδρος Πτολεμαίου Μακεδών, Δοληδε…ς Ἀβλουζέλμιος, πάντες τῶν Ἀμμωνίου καὶ Νικοστράτου κατοίκων ἱππέων. ἀντίγραφον ὑπογραφῶν· Ἀμμώνιος ὁ παρὰ Ἡρακλείδου κεχρημάτικα …Νέαρχος Ἀσκληπιάδου Μακεδὼν διάδοχος τῶν μεμερισμένων ὑπὸ τοῦ πατρὸς ἀρουρῶν εἰκοσιπέντε τέθειμαι τὴν τοῦ συνοικεσίου συνγραφὴν ταύτην καὶ τὴν φερνὴν ἢ καὶ τὰ τεσσαράκοντα πέντε τάλαντα τοῦ χαλκοῦ καταβαλῶ καθὼς προγέγραπται. Ἀσκληπιάδης Ἀσκληπιάδου Μακεδὼν τῶν Κόνωνος κατοίκων ἱππέων συνευδοκῶ τῆι γραφῆι καὶ πᾶσι τοῖς κατὰ τὴν συνγραφὴν ταύτην καθὼς προγέγραπται. Ἀρτεμιδώρα Ἡρακλείδου συνευδοκῶ τῆι συνγραφῆι καθὼς προγέγραπται. Ἀσκληπιάδης Ἀσκληπιάδου γέγραφα ὑπὲρ τῆς μητρὸς συνταξάσης διὰ τὸ μὴ ἐπίστασθαι γράμματα. Θεόφαντος Ἀνθαγόρου Ῥόδιος τῶν Ἀμμωνίου καὶ Νικοστράτου κατοίκων ἱππέων ἐπιγέγραμμαι γνωστὴρ τῶν προγεγραμμένων πάντων.