Ancient Greek
SB 6 8976
Documentary Papyri, SB 6 8976
Not analysed yet
ἀντίγραφον ἀναφορίου. παρὰ Πα…κιος τοῦ Πακύσεως τοῦ Ἐριέως ……των… ἀπὸ κώμης Σοκνοπαίου …σου… Ἡρακλείδου μερίδος. βουλόμεθα μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς θ ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ ἀπὸ κώμης Σοκνοπαίου Νήσου αἰγιαλοῦ ἐν τόπῳ λεγομένῳ Καρβασήϊτος περὶ τὴν προκειμένην κώμην ἀρούρας ϛ ἐν μιᾷ σφραγῖδι ὧν γείτονες νότου καὶ βορρᾶ …λιβὸς καὶ ἀπηλιώτου αἰγιαλοῦ βασιλικοῦ ἐδάφη ἐκφορίου καθʼ ἔτος ἐκάστης ἀρούρης ἀσπερμεὶ πυροῦ ἀρτάβην α, ἃς καὶ προήσομαι τοῖς τῆς κώμης δημοσίοις σιτολόγοις. ἐὰν δὲ ἢ ἄβροχος ἢ καθʼ ὕδατος γένηται, παραδεχθήσεταί μοι τὰ ἐκφόρια, ἐὰν φαίνηται ἀποδέχεσθαι ἐπὶ τοῖς προκειμένοις. ἔτους θ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Χοιὰκ β.