Ancient Greek
SB 6 8977
Documentary Papyri, SB 6 8977
Not analysed yet
Σοκνοπαίου Νήσου κάμηλοι β. Ἀπολινάρι στρατηγῷ καὶ Σαραπίωνι βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτιος τῆς Στοτοήτιος τοῦ Σαταβοῦτος ἀπὸ κώμης Σοκνοπαίου Νήσου μετὰ κυρίου τοῦ ἀνδρὸς Σαταβοῦτος τοῦ Πανεφρέμμιος. οὓς ἀπεγραψάμην τῷ διεληλυθότι ε ἔτει καμήλους τελείους δύο ,ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ϛ ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. διὸ ἐπιδίδωμι. ἀπεγράφησαν στρατηγῷ κάμηλοι β ἔτους ϛ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ε. ἀπεγράφησαν βασιλικῷ γραμματεῖ κάμηλοι β. Ἡακλείδης ἐξηριθμήθη συμφώνως. ἐξηριθμήθη βασιλικῷ γραμματεῖ συμφώνως ἐξηριθμήθη …λ συνφώνως.