Ancient Greek
SB 6 9016
Documentary Papyri, SB 6 9016
Not analysed yet
ἀντίγραφον ὑπομνηματισμοῦ …ἀνταρχιερέως, ἔτους κγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαρμοῦθι. ἐν π…μου ἱεροποιοῦ καὶ …ρος τοῦ καὶ Σεραπίωνος ἀρχιπρυτάνεως Ἡφα…τοις εἶπεν ηχθε… ἐν τῶι τοῦ Θινίτου διαλογισμῶι περὶ ἱεροῦ …ας μεθʼ ἕτερα …τὰ ὑποτεταγμένα μετʼ ἄλλα. ἀντίγραφον ὑπομνηματισμοῦ …ου Οὐεργελλίου Καπίτωνος ἔτους η Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαμενὼθ α ἐν Πτολεμαίδι ε…ριοσ…ς… Ἀπολλώνιος Φιλίππου· ἡ βουλὴ δοκιμάζειν εἴωθεν τοὺς ὑπηρετοῦντας …ι γραμμα…ας νεωκόρους τοῦ ἄλσους τοὺς ὁμοίους· αἰτεῖται τὸ ἐξ ἀρχῆς ἔθος αὐτῆι φυλα… Καπίτων· …εται. ἀντίγραφον ὑπομνηματισμοῦ Λυσιμάχου πρὸς τῶι ἰδίωι λόγωι. ἔτους δευτέρου Σερουίου Γάλβα Αὐτοκράτορος Σεβαστοῦ Μεχεὶρ δ. ἀπὸ εἰσδόσεως ἀναγινωσκομεν …ξεννον δύο και…λαου κατηγόρων διʼ ἧς προσήγγειλαν τοὺς Πτολεμαιέων βουλευτὰς …προτεταγμένην …νεωκορίαν πεπρακέναι ταλάντων δ. μετὰ τὰ λεχθέντα Λυσίμαχος ἐν πινακίδι διαγράψας ἀπόφασιν ἐκέλευσεν ἀναγνωσθῆναι κατὰ λέξιν οὕτως ἔχουσαν· καὶ ἐκ τῶν προσταγμάτων τῶν βασιλικῶν ἃ πολλάκις μου εἰς τὰς χρείας ἦλθεν καὶ ἐκ τῶν κρίσεων τῶν ἡγεμονικῶν, ὁρῶ τὴν βουλὴν τὰς τοιαύτας τάξεις κατὰ ψηφίσματα οἷς ἂν κρίνῃ παρέχουσαν τὸν …ἀμφισβητήσαντα Ἰσίδωρον οὐχ ὑπὲρ υἱοῦ τετελευτηκότος λελογοποιημένον ἵνα φιλανθρω…ως αὐτὸν ἡ πρὸς τὴν βουλὴν ἔντευξις γένηται δι…εψηφίσαντο οἱ ἀπὸ τῆς βουλῆς περὶ …άξεως οὕτως μενέτω. τοῦ αὐτοῦ Λυσιμάχου ὑπο…υ τῶι κ ἔτει ἐν διαλογισμῶι Θεινείτου ἐν Μέμφει τῶι κ ἔτει Οὐεσπασιανοῦ θεοῦ Μεχεὶρ δ …Λυσίμαχος ὑπέγραψεν· ἀχθέντος α…ως… κεῖται ἐπὶ ἀναλημψιμῶν νεωκοριῶν καὶ …ων καὶ ἐπιμελητειῶν τῶν κατὰ …ερος ἐπὶ Πτολεμαίδος καὶ ἐν ἄλλοις νομοῖς, Λυσίμαχος· ἐπεὶ κατὰ ἐπιτηρηθέντα ὑπὸ βασιλέων καὶ ἡγεμόνων τὰς ἐπιμελητείας καὶ νεωκορίας οἱ ἀπὸ τῆς βουλῆς φαίνονται κατὰ ψήφισμα διδόντες οἷς ἂν κρίνωσιν, μὴ …σθω. μεθʼ ἕτερα· μετὰ τὴν ἀνάγνωσιν Σερηνιανὸς βουλευσάμενος μετὰ τῶν …νει…ιων…α…να…κ…νκ…ρε…ων …ων…αρχ… ωσπερυ…ουτε …διδυ…ε…σενκ …ἱεροῦ …με…ακ…ηνι…ειπ…α…αν …χθην …χ…ωκιων τάξιν …τουτα …τα προσήκοντα υ…σεται ……ενγρα… ἀντίγραφον ὑπογραφῆς τοῦ κρατίστου ἀνταρχιερέως. ἱεροῦ Σωτῆρος· πραχθήτω τὰ ὡρισμένα καὶ τοὺς λόγους ἐν διμήνωι καταχωρισάτωσαν καὶ ἐξέτασις τοῦ χειρισμοῦ καὶ τῶν ἀναθημάτων γινέσθω ὑπὸ τοῦ κρατίστου ἐπιστρατήγου. ἀντίγραφον ἐπιστολῆς τοῦ αὐτοῦ. Οὔλπιος Σερηνιανὸς στρατηγῶι καὶ βασιλικῶι Κοπτίτου χαίρειν. ἐπιστολῆς γραφείσης μοι ὑπὸ πρυτανέων καὶ βουλῆς καὶ δήμου Πτολεμαιέων τῶν ἐν Θηβαίδι ἀντίγραφον ὑποτέτακται. ἐπεὶ οὖν, ὥς φασιν, ἡ νεωκορία τοῦ ἐν Κόπτωι ἱεροῦ Σωτῆρος τῆι πόλει αὐτῶν προσήκει, ἀκόλουθόν ἐστι τὸ ἐξ ἀρχῆς ἔθος αὐτοῖς φυλάσσεσθαι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἔτους κγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαρμοῦθι η