Ancient Greek
SB 6 9017 (8)
Documentary Papyri, SB 6 9017_8
Not analysed yet
Οὐαλέριος Ἰουλίῳ χαίρειν. μέμφομαί σε ὅτι περὶ ὧν σοι ἐνετειλάμην οὐκ ἀντέγραψάς μοι περὶ Ἀντωνίου. ἔγραψα δὲ καὶ Βαλάθωνι ἵνα συνπράξῃ σοι. ἐὰν ἐκτεθῇ τὸ ὀψώνιον πράξητε καὶ τηρήσητε ἄχρι ἐγὼ παρέσομαι. εἰ πέπρακας τὴν κριθὴν, εἰ δὲ μὴ δώσεις Ἀλβανῷ ἵνα μοι οἴσῃ· ὧδε γὰρ δραχμῶν ιϛ ἐστιν ἡ ἀρτάβη. ἐὰν ᾖς πεπρακὼς τὴν κριθὴν πέμψεις ἐμοὶ τὸν χαλκὸν διὰ Ἀλβανοῦ τοῦ ἱππέως. ἀσπάζου Ἀντώνιον καὶ μέμψαι αὐτὸν περὶ τοῦ δέρματος καὶ εἰπὲ αὐτῷ εὔχομαι ἵνα μηδέποτέ μου χρείαν σχῇ οὐκέτι. ἔρρωσο.