Ancient Greek
SB 6 9017 (10)
Documentary Papyri, SB 6 9017_10
Not analysed yet
Ῥοῦφος Σιλβανῷ χαίρειν. ἔπεμψά σοι τὸ ἔλαιον. εἴ τινος χρείαν ἔχεις, πέμψον φάσιν· εἰ θέλεις γραψον ἐπιστόλιον εἰς Κόπτον, ἐπεὶ ὧδε ὁ πορευόμενος. ἀσπάζου τοὺς φίλους πάντας. εἰπὲ τοῖς περὶ Σαρτώριον εἴ τινος χρείαν ἔχετε, γράψατε. ἔρρωσο.