Ancient Greek
SB 6 9017 (9)
Documentary Papyri, SB 6 9017_9
Not analysed yet
Λύπερκος Λικινίωι τῶι φιλτάτῳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν. καλῶς ποιήσεις, ἐὰν ἀναβῶσιν αἱ ἅμαξαι, ἐρεῖς Ψεντφοῦτι ἁμαξηλάτῃ λεγομένῳ Σαμῃ υἱῷ Σαμου χραοβ διʼ οὗ σοι ἀπέστειλα τὰ ἁστίλια τοῖς ἐμοῖς λόγοις ἵνα σοι ἀνενεγκῃ ἔλαιον ὅπως μοι ἀποστείλῃς. ἔδωκα γὰρ αὐτῶι δραχμὰς δ καὶ ἐάν σοι αἰτήσῃ κέρματα εἰς ἀναπλήρωσιν τοῦ ἀγγείου, δώσεις· ἐπὶ γὰρ πολὺν χρόνον οὐ διέβησαν τὰ ὧδε. ἐξ ὧν εἶχον ποτὲ ἀνδράχνας ἀπέστειλά σοι ὀλίγα καὶ Δομητίῳ· μαρτυρήσει σοι Κλᾶρος ὅτι οὐκ ἔχω οὐδέν. ἔσπαρκα· ἐὰν στερεωθῶσιν ἀποστελῶ ὑμῖν ὅπως μὴ μέμψησθέ με. ἀσπάζου Δομίττιον καὶ τοὺς συνστρατιώτας. ἔρρωσο.