Ancient Greek
SB 6 9102
Documentary Papyri, SB 6 9102
Not analysed yet
διαμέμνηται ἡ σὴ ἐνδοξότης ὡς ἔτι διαγούσης αὐτῆς κατὰ τὴν βασιλίδα ταύτην πόλιν οἱ παῖδες Ἀπολλῶ τοῦ μακαριωτάτου οἱ ἐξ Ἀφροδίτης τῆς κώμης ὁρμώμενοι κατὰ τὴν αὐτὴν εὐδαίμονα γενάμενοι πόλιν διʼ ὄχλου γεγόνασιν ἡμῖν φήσαντες Θεοδόσιον τὸν μεγαλοπρεπέστατον τοὺς ὑπὲρ τῆς ἑνδεκάτης ἐπινεμήσεως δημοσίους ἀποπληρωθέντα φόρους μηδὲν ὑπὲρ αὐτῶν ἐπὶ τὸ δημόσιον καταθεῖναι, τὸν δὲ πάγαρχον εἰσπράττειν αὐτοὺς τὰ εὐσεβῆ τελέσματα, καὶ μὴ δίκαιον εἶναι δὶς καταβαλεῖν ὑπὲρ τῶν αὐτῶν χρόνων. προτρέπομεν τοίνυν τὴν σὴν ἐνδοξότητα, τοῦτο μὲν διὰ τὸ δίκαιον καὶ τὸν νόμον, τοῦτο δὲ καὶ διὰ τὴν ὑπόλημψιν τοῦ προειρημένου μεγαλοπρεπεστάτου ἀνδρός, τὰς οἰκείας ἐπαγγελίας πληρῶσαι καὶ παρασκευάσαι τὸ ἱκανὸν αὐτοῖς περιγενέσθαι. ἢ γὰρ ἀνάγκη Θεοδόσιον τὸν μεγαλοπρεπέστατον τοὺς ὑπὲρ αὐτῶν ποιούμενον λόγους ἀποσοβῆσαι ἐκ τῆς κατʼ αὐτῶν εἰσπράξεως τὸν ἐπιφυόμενον αὐτοῖς ἢ ἐπὶ τούτους καταθεῖναι ὅπερ ἔτυχε παρʼ αὐτῶν εἰληφώς. ὡσὰν τοίνυν μὴ καὶ εἰς τὰς θείας ἀνενεχθείη ταῦτα παρʼ αὐτῶν ἀκοάς, σπουδασάτω ἡ σὴ ἐνδοξότης τούτους διευλυτῶσαι. τοῦτο δὲ αὐτὸ καὶ Θωμᾷ τῷ λαμπροτάτῳ χαρτουλαρίῳ τῆς παρʼ ἡμῶν προνοουμένης θειοτάτης οἰκίας ἐπετρέψαμεν διαπράξασθαι.