Ancient Greek
SB 6 9103
Documentary Papyri, SB 6 9103
Not analysed yet
Λέων Ἀπολλωνίωι χαίρειν. γίνωσκε τὰ …τῆς βασιλικῆς γῆς ὄντα ἐν τοῖς προκατα…οις τῶν θησαυρῶν. καθυστεροῦμεν οὖν τῆι εἰσδοχῆι διὰ τὸ μήτε Δημήτριον τὸν σιτολόγον μήτε τοὺς παρʼ αὐτοῦ ἀπηντηκέναι ἔχοντας τὰ μέτρα. ἵνα οὖν μὴ ἐν αἰτίαι ἦις γέγραφά σοι ὅπως εἰδῆις. ἐπέσταλκα δὲ καὶ Δημητρίωι περὶ τούτων. καλῶς δὲ ποιήσεις ἀποστείλας ἡμῖν τὴν κατὰ φύλλον γεωμετρίαν ἵνα ἐκ πλήρους λογιζώμεθα πρὸς τοὺς γεωργούς. ἔρρωσο. ἔτους ζ, Φαρμοῦθι ζ. Ἀπολλωνίωι. παρὰ Λέοντος.