Ancient Greek
SB 6 9109
Documentary Papyri, SB 6 9109
Not analysed yet
τὸν Κρονίωνα παρὰ τοῦ Σωκράτους τὸ ἑσταμένον ὑπὲρ τῶν προκιμένων ἀρουρῶν δύο ἀργυρικὸν παραχωρητικὸν πᾶν κεφάλαιον καὶ βεβαιώσειν αὐτόν τε Κρονίωνα καὶ τοὺς παρʼ αὐτοῦ τῶι Σωκράτῃ καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τὴν παραχώρησιν ταύτην πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων ὀφειλημάτων πάντων καὶ ἐπιγραφῶν πασῶν καὶ παντὸς εἴδους τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, καὶ μήτε προπεπραμένας μηδὲ μέρους μηδὲ ὑποτιθεμένας μηδὲ ἐξηλλοτριωμένας τρόπωι μηθενί. ὅ τι δʼ ἂν τῶν προγεγραμμένων παρασυνγραφῇ Κρονίων, ἣν μὲν ἐὰν ποιήσηται τοῦ παρʼ αὐτοῦ περὶ τούτων ἔφοδον ἢ ἔνκλησιν ἢ ἐμποίησιν ἢ κώλυσιν ἢ κακοτέχνησιν κατὰ πᾶν μέρος ἄκυρος ἔστω καὶ προσαποτισάτω τῶι Σωκράτῃ τά τε βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ εἰς τὸ τὸ δημόσιον τὰς ἴσας. καὶ μηδὲν ἧσσον ἐπάναγκον δὲ ἀναδώσει ὁ Κρονίων τῶι Σωκράτῃ τὰ σύμβολα καὶ τὰς εἰς αὐτὸν οἰκονομίας. ἡ συνγραφὴ κυρία ἔστω πανταχῇ. Κρονίων Ζωίλου ὁμολογῶ πεπρακέναι τῶι ὁμοπατρίῳ καὶ ὁμομητρίῳ μου ἀδελφῶι Σωκράτῃ τὰς ὑπαρχούσας μοι περὶ Φνεβίη κάτω τῆς Πολέμονος μερίδος χέρσου ἀμπελίτιδος ἀρούρας δύο ἢ ὅσαι ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι, ὧν γείτονες νότου πρότερον Σαραπίωνος νυνὶ δὲ Τρύφωνος τοῦ Πτολεμαίου γυμνασιάρχου ἀμπελών, βορρᾶ ὑδραγωγὸς διʼ οὗ ποτίζονται αἱ σημαινόμεναι ἄρουραι δύο ,λιβὸς χέρσος ἀμπελῖτις, ἀπηλιώτου ὁδὸς βασιλική. καὶ ἀπέχω παρὰ τοῦ Σωκράτου τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων ὀφειλημάτων πάντων καὶ ἐπιγραφῶν πασῶν καὶ παντὸς εἴδους τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ ἑπτακαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ καὶ αὐτοῦ τοῦ ἑπτακαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. καὶ ἀναδώσω τῷ Σωκράτῃ τὰ σύμβολα καὶ τὰ εἴς με οἰκονομίας καθὼς πρόκιται. Σωκράτης Ζωίλου γέγονε εἴς με ἡ πρᾶσις καθὼς πρόκειται. ἔτους ἑπτακαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ Μεσωρὴ ἐπαγομένων ε ἀναγέγραπται διὰ Κρονίωνος τοῦ πρὸς τῷ γραφίῳ Τεβτύνεως καὶ Κερκεσούχων Ὄρους τῆς Πολέμονος μερίδος.