Ancient Greek
SB 6 9108
Documentary Papyri, SB 6 9108
Not analysed yet
Νουμήνει ἀρχισωματοφύλακι παρὰ Ὥρου τοῦ Κολλούθου βασιλικοῦ γεωργοῦ τῶν ἀπὸ κώμης Σεντρωθέως τοῦ Ἀφροδιτοπολίτου νομοῦ. ἀδικοῦμαι ὑπὸ τῆς τανος… …μολ… καὶ τη… τος ἡ προγεγραμμένη οὐχ ὑπομένει καταγράψαι μοι κατανωτιζομένη τὸ καλῶς ἔχον. ἀξιῶ οὖν σʼ, ἐὰν φαίνηται, συντάξαι γράψαι Ἀριστοβούλωι τῶι τῶν τόπων ἀρχφυλακίτηι καταστῆσαι αὐτὴν ἐπὶ σέ, ἵνʼ ἐὰν ἦι οἷα γράφω ἐπαναγκασθῆι ἀφορίσαι μοι τὸν τόπον καὶ καταγράψαι. τούτου δὲ γενομένου τεύξομαι τῆς παρὰ σοῦ βοηθείας. εὐτύχει.