Ancient Greek
SB 6 9120
Documentary Papyri, SB 6 9120
Not analysed yet
Χαριτοῦς Πομπηίωι τῶι ἀδελφῶι χαίρειν. θέλω σε γινώσκειν ὅτι περὶ οὗ μοι ἔγραψας, ἐμέλησέ μοι· ἀπῆλθον πρὸς Ζωιλᾶν τὸν τοῦ Ἀργαίου καὶ ἀπῆλθεν εἰς τὰ τοῦ βασιλικοῦ γραμματέως καὶ ἐπέσκεπται καὶ οὐχ εὗρεν τὸ ὄνομά σου ἐν τῶι τόμωι γεγραμμένον. λοιπὸν οὖν ταχύτερον ἀνάβα παρὰ σέ. ἀσπάζου τὰ παιδία Ἑρεννίαν καὶ Πομπῆιν καὶ Συρίωνα καὶ Θαισοῦν καὶ τὰ τέκνα αὐτῆς καὶ τὸν ἄνδρα αὐτῆς καὶ πάσας τὰς φίλας μου. ἔρρωσο. ἀπόδος παρὰ Χαριτοῦτος Πομπηίωι τῶι ἀδελφῶι.