Ancient Greek
SB 6 9122
Documentary Papyri, SB 6 9122
Not analysed yet
Ἑρεννία Πομπηίῳ τῷ …πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν, καὶ τὴν μητέρα μου ἀσπάζομαι. ἐρωτῶ δὲ ἵνα ἀναμνήσῃς μου τὸν πατέρα ἀγοράσαι ἱμάτιον χρωμάτιον εὔσχημον. πληρώθητι δὲ …α τῆς οἰκίας …οσθης τῇ τιμῇ τοῦ ἱματίου …ω…ε…σ…η…ν τὸν Ἀρσινοείτην. μὴ ἐπιλάθῃ ἀγοράσαι τ…ιν τοῦ χρωματίου Πρατίονι. δέξαι δύο μέτρα φαλίου παρὰ Θαισοῦτος καὶ γράψον μοι ἀντιφώνησιν εἰ εἰσιν ὧδ' ἢ ἐκεῖ πράσεις παρακαλῶ σε πέμψαι μοι τρεῖς στατῆρας ψιττακίνου εἰς καλαυδάκια. ἐπισκοπεῖται ὑμᾶς Πομπῆις ὁ μικρός, τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα. μὴ ἡμῶν ἐπιλάθησθε. ἐπισκοπούμεθά σου τὰ τέκνα καὶ τοὺς ἐν τῇ οἰκίᾳ. ἔρρωσο Φαρμοῦθι ϛ