Ancient Greek
SB 6 9123
Documentary Papyri, SB 6 9123
Not analysed yet
εν…ρ… λαβόμενοί τινας τῶν ἐκ τοῦ παραγγέλματος ἐπανηκότων καὶ σπείραντες τὴν γῆν μετὰ βίας μετὰ τὸ σχῖσαί με αὐτὴν ἀπηνέγκαντο τοὺς καρπούς. ἐπεὶ οὖν Πετεαρποχράτης ὁ κωμογραμματεὺς πεποίηται ἀναφορὰν εἶναί μου τὴν γῆν ἐξ ἧς ἐποιησάμην Ἀπολλοδώρωι ἐντυχίας, ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι καταστῆσαι αὐτοὺς ἐπὶ σὲ καὶ ἐκθεῖναί μοι τὸ δίκαιον. εὐτύχει.