Ancient Greek
SB 6 9129
Documentary Papyri, SB 6 9129
Not analysed yet
Ὡρίων Ὡρι… καὶ Φιβι… Χαιρήμονι Ὡρίωνος Ἑρμοπολείτῃ χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς τιμὴν λαχανοσπέρμου ἀρτάβης μιᾶς, ἣν καὶ μετρήσομέν σοι ἐξ ἀλληλεγγύης ἐν τῶι Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος κ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἐφʼ ἁλώνων Τισίχεως μέτρῳ ἑπταμέτρῳ ἀπὸ γενήματος τοῦ αὐτοῦ κ ἔτους ἀνυπερθέτως. ἔτους κ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι κδ μα… …αιατος…