Ancient Greek
SB 6 9131
Documentary Papyri, SB 6 9131
Not analysed yet
ἀντίγραφον συμβόλων. ἔστι δέ· Αὐρήλιοι Παμοῦθις καὶ Κολλοῦθος καὶ Νέπως ἀπαιτηταὶ κώμης Καμείνων Αὐρηλίῳ Τιθωεῖ χαίρειν. ἔσχαμεν παρὰ σοῦ ὑπὲρ διατυπώσεως ιϛ ἔτους καὶ δ ἔτους ὑπὲρ τῆς αὐτῆς κώμης Καμείνων ἀργυρίου δραχμὰς ἑξακοσίας, γίνονται δραχμαὶ χ. ἔτους ιζ καὶ ε καὶ γ καὶ α Καλάνδαις Αὐγούσταις. Αὐρήλιοι Ἄπων καὶ Ἀμῆς καὶ Ποταμίων καὶ Ζ… καὶ Σαραπίων οἱ ε βουλευταὶ ἀπαιτηταὶ ἤτοι ἐπιμεληταὶ φοινίκων ἀποστελλομένων εἰς τὴν Μεμφιτῶν πόλιν Αὐρηλίῳ Τιθωεῖ χαίρειν. παρήνεγκεν ἐπὶ τῇ πόλει ὑπὲρ οἴκου δεσποτικοῦ ὑπὲρ κώμης Καμείνων πήχεις υ…