Ancient Greek
SB 6 9190
Documentary Papyri, SB 6 9190
Not analysed yet
σμ ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ μηνὸς Νέου Σεβαστοῦ κδ ἐν κώμῃ Ταλαὼι τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχίτου. ἐδάνεισεν Ὧρος Ὥρου τοῦ Ἡρακλήου μητρὸς Νεφερσοῦτος Πανούφει Διεύχους τοῦ Πανούφιος μητρὸς Τεθεῦτος Πέρσῃ τῆς ἐπιγονῆς ἀμφότεροι τῶν ἀπὸ τῆς προκιμένης κώμης Ταλαώι, ἐν ἀγυιᾷ, χωρὶς ὧν ἄλλων ἐδάνεισεν αὐτῶι καθʼ ἕτερον δάνειον διὰ τοῦ αὐτοῦ γραφείου τῶι αὐτῶι μηνὶ Σεβαστῇ τοῦ τεσσαρεσκαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀργυρίου δραχμῶν τετρακοσίων ὀκτὼ ἐπʼ ἀσφαλείᾳ περὶ τὴν αὐτὴν Ταλαὼι ἐκ τοῦ Κόνωνος καὶ τῶν ἄλλων κλήρου κατοικικοῦ ἀρούρης μιᾶς ἡμίσους ,ἥνπερ κατὰ πλάνην ἐδήλωσεν κατοίκων τὴν ὅλην μίαν ἥμισυ τῇ δὲ φύσει καλάμου μὲν ἄρουραν μίαν χερσαμπέλου δὲ ἀρούρης ἡμίσους …διʼ οὗ ἀνήνεγκεν ὁ Πανοῦφις πρὸς τὸν Ὧρον διὰ τραπέζης χειρογράφου τῶι αὐτῶι τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ Ἐπεὶφ ἐδηλώθη, τῆς δὲ ὅλης ἀρούρης μιᾶς ἡμίσους κατοχὴν ἀπεγράψατο ὁ Ὧρος εἰς τὸ τῶν ἐγκτήσεων βιβλιοφυλάκιον, καὶ νῦν ἄλλας ἀργυρίου δραχμὰς διακοσίας δέκα ,τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς ἑξακοσίας δέκα ὀκτὼ …