Ancient Greek
SB 6 9191
Documentary Papyri, SB 6 9191
Not analysed yet
……Αὐρηλι… …ἀπὸ κώμης Φιλαδελφείας τοῦ Ἀρσινοίτου νομοῦ χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδανεῖσθαι παρὰ σοῦ εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν διὰ χειρὸς ἐξ οἴκου παραχρῆμα ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα ὀγδοήκοντα ἑπτὰ γίνεται τάλαντα πζ, ἅπερ ἐπάναγκες ἀποδώσω τῷ σῷ λόγῳ μηνὶ Μεσορὴ λ τοῦ ἐνεστῶτος λα ἔτους καὶ ιγ καὶ δ καὶ β ἔτους ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας, τοῦ δὲ χρόνου ἐνστάντος καὶ τῆς ἀποδόσεως μὴ γενομένης ἐκτίσω σοι τοῦ ὑπερπεσόντος χρόνου τὸν συνήθη τόκον γινομένης σοι τῆς πράξεως ἐκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πανταχῇ πάντων παντοίων πράσσοντί σοι καθάπερ ἐκ δίκης. τὸ γραμμάτιον κύριον ἔστω καὶ ἔννομον ἐπὶ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ γράφοντος καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ῥοῦφος Λον γίνου ὁ προκείμενος δεδάνεισμαι καὶ ἠρίθμημαι παρὰ σοῦ τὰ τοῦ κεφαλαίου σὺν τόκοις τάλαντα ὀγδοήκοντα ἑπτά, ἃ καὶ ἀποδώσω τῇ προθεσμίᾳ, ὡς πρόκειται. Αὐρήλιος Ἀφροδείσιος Ἀλλωνίου ὑπογραφεὺς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ἀξιωθεὶς ὑπὸ τοῦ διδασκάλου.