Ancient Greek
9201.33 to 9201.49
Documentary Papyri, SB 6 9201.33-49
Not analysed yet
Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν Τῦβι λ. Χαιρημονὶς ἡ καὶ Κυρίλλα Ἀππιανοῦ ἀπέσχον παρὰ τῶν τριῶν τὰ αἱροῦντα μοι τοῦ δευτέρου δανείου κεφαλαίου τάλαντα δύο καὶ δραχμὰς τρισχιλίας καὶ τοὺς αὐτῶν μοι προσοφειλομένους τόκους, καὶ οὐδένα λόγον ἔχω πρὸς μόνην τὴν Πλουτιαίνην τὴν καὶ Εὐδαιμονίδα, παρὰ δὲ μόνων τοῦ τε Σαραπίωνος καὶ Ταύριος τοὺς μέχρι τοῦ ὄντος μηνὸς Τῦβι τῶν τοῦ πρώτου δανείου ταλάντων τριῶν καὶ δραχμῶν τετρακισχιλίων πεντακοσίων τόκους, μὴ ἐλαττουμένης μου ἐν τῇ πράξει τῶν αὐτῶν τοῦ δανείου ταλάντων τριῶν δραχμῶν τετρακισχιλίων πεντακοσίων καὶ τῶν τούτων ἀπὸ τοῦ ἑξῆς μηνὸς Μεχεὶρ τόκων δραχμιαίων. Ἀσκληπιάδης ὁ καὶ Σαραπίων Κλάρου ἐξηγητεύσας ἐπιγέγραμμαι τῆς γυναικός μου κύριος.