Ancient Greek
SB 6 9203
Documentary Papyri, SB 6 9203
Not analysed yet
Αὐρηλίῳ Βασιλείδῃ ἑκατοντάρχῃ παρὰ Αὐρηλίου Ἡρακλείδου Σαραπίωνος καταμένοντος ἐν κώμῃ Τεπτύνι χειριστοῦ πρακτόρων ἀργυρικῶν τῆς αὐτῆς. ἀποδημοῦντός μου περὶ τὰ δημόσια πράγματα ἐξεπήδησέν μου ὄνος θήλεια οὖσα ἀπὸ αὐλῆς μου οὔσης ἐν τῇ προκειμένῃ κώμῃ, τῶν δέ μου οἰκείων τὴν ἀναζήτησιν ποιησαμένων εὗραν αὐτὴν κατὰ τὰ προάστια τῆς κώμης ἐσφιγμένην καὶ οὐ ζῶσαν, ὑπὸ τίνος δὲ ἀγνοῶ. διὸ ἐπιδίδωμι αὐτὸ τοῦτο φανερὸν ποιῶν πρὸς τὸ μένειν μοι τὸν λόγον πρὸς τοὺς φανησομένους αἰτίους. διευτύχει. ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαρμοῦθι κζ.