Ancient Greek
9219.1 to 9219.13
Documentary Papyri, SB 6 9219.1-13
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. βιβλιοφύλαξιν ἐγκτήσεων Ἑρμουπολείτου παρʼ Αὐρηλίου Ἑρμοῦ τοῦ καὶ Δημητρίου ἄρξαντος βουλευτοῦ Ἑρμουπόλεως. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ἔτος ὑπατείας τῆς προγεγραμμένης, ἃς ἐώνημαι κατὰ δισσὴν ἔνγραφον ἀσφάλειαν γενομένην ταύτης ὑπατείας μηνὶ Ἁθὺρ α παρὰ Αὐρηλίας Διονυσίας τῆς καὶ Ἀμελίας θυγατρὸς Σεπτιμίου Σαραπίωνος γενομένου νεωκόρου τοῦ μεγάλου Σαράπιδος καὶ ἀρχιερέως καὶ ὑπομνηματογράφου καὶ βουλευτοῦ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων χωρὶς κυρίου χρηματιζούσης μετὰ βεβαιωτοῦ καὶ πιστικελευστοῦ Αὐρηλίου Ἐπιφανίου τοῦ καὶ Πακλοῦ ἀπὸ Ἀλεξανδρίας ἀπὸ καταγραφέντων αὐτῇ ὑπαρχόντων ὑπὲρ λόγου ἀφηλίκων αὐτῆς ὑπὸ τοῦ ἀπογενομένου αὐτῆς ἀνδρὸς Οὐλπίου Γλαυδίου Σερήνου αἰωνίου γυμνασιάρχου βουλευτοῦ τῆς αὐτῆς Ἀλεξανδρείας περὶ κώμην Θῦνιν το νομοῦ Ἑρμοπολείτου πρώτης κοίτης ἐκ τοῦ Νεοπτολέμου κλήρου ἰδιωτικῆς γῆς ἀρούρας δεκατρεῖς τιμῆς ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων εἴκοσι δύο ἀκολούθως τῇ δισσῇ πράσεως ἀσφαλείᾳ, ὡς περιέχει. ἀφʼ ἧς μοναχὴν ἐδημοσίωσα παρὰ Αὐρηλίῳ Ἀνικήτῳ τῷ καὶ Ἑρμαίῳ μισθωτῇ ταβελλιόνων Ἑρμοπολίτου τῇ αὐτῇ ὑπατείᾳ μηνὶ Χοιὰκ ι, ἣν καὶ ἐπεσταλμένην ὑμῖν ἀπʼ αὐτοῦ ἐντεῦθεν ἀνέδωκα ὑμῖν σὺν τῷ προσφωνήσεως ἀντιγράφῳ, ὡς περιέχει, πρὸς τὸ τὴν δέουσαν παράθεσιν παρʼ ὑμῖν γενέσθαι καὶ ὀμνύω τὸν θεῖον καὶ σεβάσμιον ὅρκον οὕτως ἔχειν. ἐπιδέδωκα ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Αὐρήλιος Ἀνίκητος ὁ καὶ Ἑρμαῖος μισθωτὴς ταβελλιόνων Ἑρμοπολίτου βιβλιοφύλαξι ἐνκτήσεων τοῦ αὐτοῦ νομοῦ φιλτάτοις χαίρειν. τῆς τετελειωμένης προσφωνήσεως ἀντίγραφον ὑπόκειται. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. τῆς εὐτυχοῦς η ἰνδικτίωνος μηνὸς Χοιὰκ ι καὶ μετʼ ἄλλα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Αὐρηλία Διονυσία ἡ καὶ Ἀμελία θυγατὴρ Σεπτιμίου Σαραπίωνος γενομένου νεωκόρου τοῦ μεγάλου Σαράπιδος καὶ ἀρχιερέως καὶ ὑπομνηματογράφου καὶ καὶ βουλευτοῦ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίωι μετὰ βεβαιωτοῦ καὶ πιστικελευστοῦ Αὐρηλίου Ἐπιφανίου τοῦ καὶ Πακλοῦ ἀπὸ Ἀλεξανδρείας Αὐρηλίῳ Ἑρμῇ τῷ καὶ Δημητρίῳ ἄρξαντι βουλευτῇ Ἑρμουπόλεως τῆς μεγάλης καὶ λαμπροτάτης χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῶν καταγραφέντων μοι ὑπαρχόντων ὑπὲρ λόγου ἀφηλίκων μου ὑπὸ τοῦ ἀπογενομένου μου ἀνδρὸς Οὐλπίου Κλαυδίου Σερήνου αἰωνίου γυμνασιάρχου βουλευτοῦ τῆς αὐτῆς Ἀλεξανδρείας κατὰ δισσὴν ἔγγραφον ἀσφάλειαν γεγονυῖαν τῷ Θὼθ μηνὶ ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ β, καταχωρισθεῖσαν δὲ διὰ τοῦ ἐν Ἀλεξανδρίᾳ καταλογείου τῷ Φαρμοῦθι μηνὶ ὑπατείας των δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ δ περὶ κώμην Θῦνιν