Ancient Greek
9219.14 to 9219.22
Documentary Papyri, SB 6 9219.14-22
Not analysed yet
τοῦ νομοῦ Ἑρμοπολείτου πρώτης κοίτης ἐκ Νεοπτολεμαίου κλήρου ἰδιωτικῆς γῆς ἀρούρας δεκατρεῖς ,ἅσπερ παραδώσω κατʼ ἄγρον σπορίμας, πλήρεις τῷ τῆς κατοικίας δικαίῳ σχοινίῳ, καθαρὰς ἀπὸ βασιλικῆς καὶ ἅπαντος ἁπλῶς εἴδους, ὧν γείτονες νότου …,βορρᾶς δὲ Δαίμων, ἀπηλιώτου Φλάυιος Σωτερίδου, λιβὸς ἰδιωτικὰ ἐδάφη τῶν ἀπὸ κώμης Σαραπίνου καὶ Τερτεμβύθεως, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων εἴκοσι δύο ,ἅπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ τοῦ ὠνουμένου διὰ χειρὸς ἐκ πλήρους καὶ εἶναι τὴν τῶν πεπραμένων, ὡς πρόκιται, κατοικικῶν ἀρουρῶν δεκατριῶν κυρίαν καὶ κράτησιν περὶ σὲ τὸν ὠνούμενον καὶ τοὺς παρὰ σοῦ χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν, καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον, ἀπὸ τοῦ νῦν ὁμοίως ἐπὶ τὸν ἅπαντα χρόνον, πάντων τῶν δημοσίων καὶ ἐπιμερισμῶν παντοίων τῶν μὲν ἔμπροσθεν χρόνον μέχρι τῆς εὐτυχοῦς διεληλυθούσης ζ ἰνδικτίωνος ὄντων πρὸς ἐμὲ τὴν πωλοῦσαν, τῶν δὲ ἁπάντων καρπῶν τῆς εὐτυχοῦς η ἰνδικτίωνος ὄντων πρὸς σὲ τὸν ὠνούμενον διὰ τὸ μέλλειν καὶ καρποῦσθαι ἐπὶ τὸ παντελὲς τῆς βεβαιώσεως διὰ παντὸς κατὰ πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλους ὑπὲρ ἐμοῦ ἐπὶ σὲ τὸν ὠνούμενον μηδὲ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ, ἡ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῷ ὠνουμένῳ ἢ τοῖς παρὰ σοῦ τά δε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ἔστω, ἣν καὶ δισσήν σοι ἐξεδόμην, ἧς καὶ τῇ ἐσομένῃ δημοσιώσει ἐντεῦθεν εὐδοκῶ. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γενέσθαι ἐπερωτηθεῖσα ὡμολόγησα. ὑπατείας τῆς προκειμένης Ἁθὺρ α. Σεπτιμία Αὐρηλία Διονυσία ἡ καὶ Ἀμελία ἔχουσα τέκνων δίκαιον τῇ προκιμένῃ πέπρακα καὶ ἐπέγραψα τῷ Αὐρηλίῳ Ἑρμῇ τῷ καὶ Δημητρίῳ προκειμένας ἀρούρας δεκατρεῖς καὶ ἀπέσχον τὴν τιμὴν τὰ τοῦ ἀργυρίου τάλαντα εἴκοσι δύο ·