Ancient Greek
SB 6 9242 a
Documentary Papyri, SB 6 9242a
Not analysed yet
α κλῆρος. Πατσώντεως δημοσίας τόπου Ἀβελκιᾶν ἀπὸ ἀρουρῶν θ δ η τὸ ἥμισυ μέρος, καὶ τόπου τοῦ αὐτοῦ ἀπὸ ἀρουρῶν ϛ τὸ ἥμισυ μέρος, καὶ τόπου Ἐνκήου ἀπὸ ἀρουρῶν ιβ ἀρουρῶν γ τὸ ἥμισυ μέρος ἐκ τοῦ πρὸς νότον καὶ ἀπηλιώτην μέρους ἀπὸ τῆς σπορᾶς τοῦ κδ ἔτους μέχρι τοῦ πρὸς νότον ὁρίου διατείνοντος νότον ἐπὶ βορρᾶν, καὶ τόπου βήματος ἀπὸ ἀρουρῶν η ιϛ τὸ ἥμισυ μέρος καὶ λαχανιᾶς ἀρούρης τέταρτον ιϛ, καὶ Κερκεσούχων προσόδου ἄρουραν α 𐅵,ἐὰν δέ τι καθολικῶς ἄβροχον γένηται πρὸς ὅλην τὴν κληρουχίαν Ἀχιλλᾶς Κάστορος κεκλήρωται.