Ancient Greek
SB 6 9242 b
Documentary Papyri, SB 6 9242b
Not analysed yet
α κλῆρος. Πτολεμαίδος Νέας τὴν ἐκ τοῦ πρὸς νότον μέρους τῶν ὅλων ἀρουρῶν μερίδα οὔσης ἐν ἑνὶ ὄγμῳ ὅσου ἐὰν ᾖ ἀρουρηδοῦ διατείνοντι λίβα ἐπʼ ἀπηλιώτην ἐξ οὗ ποτισθήσεται ἡ ἐκ βορρᾶ μερίς, ἔστι δὲ ἡ ποτίστρα ἐκ τοῦ πρὸς λίβα μέρους τοῦ προκειμένου ὄγμου τῆς ἐκ νότου μερίδος, τῶν δημοσίων πάντων σιτικῶν τε καὶ ἀργυρικῶν κατὰ τὸ ἥμισυ μέρος.