Ancient Greek
SB 6 9243
Documentary Papyri, SB 6 9243
Not analysed yet
Σαραπίων Ἀραβικῷ γεωργῷ χαίρειν. ἀπέσχον τὸ ἐκφόριον ὧν γεωργεῖς περὶ κώμην Πτολεμαίδα Νέαν κλήρου κατοικικοῦ ἀρουρῶν ἐννέα πυροῦ ἀρτάβας τριάκοντα δύο ὑπὲρ τοῦ διεληλυθότος ἔτους καὶ οὐδέν σοι ἐνκαλῶ περὶ οὐδενὸς ἁπλῶς ὡς πρόκιται. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι κβ.