Ancient Greek
SB 6 9244
Documentary Papyri, SB 6 9244
Not analysed yet
ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Καισαρείου α ἕως ι. Κόμων καὶ οἱ μέτοχοι δημόσιοι σιτολόγοι κώμης Φιλοπάτορος μεμετρήμεθα ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἔτους πυροῦ μέτρῳ δημοσίῳ ξυστῷ ἔπαιτον Βακχιάδος ἰδιοκτήτου Πέταλος Ἀπολλωνίου διὰ Ἀπολλωνοῦτος τέσσαρας ἥμισυ τρίτον τετρακαιεικοστόν ,ἐπιβολῆς δύο ἥμισυ τρίτον δωδέκατον ,γίνονται τοῦ συμβόλου πυροῦ ἀρτάβαι ζ 𐅷η καὶ τὰ προσμετρούμενα.