Ancient Greek
SB 6 9311
Documentary Papyri, SB 6 9311
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ γ καὶ Φλαουίου Ἐκυθίου τοῦ λαμπροτάτου …κα. ὁμολογεῖ Αὐρηλία Τετούειν Ἁτρῆ μητρὸς Ταπάειτος ἀπὸ κώμης Καρανίδος Αὐρηλίᾳ Κοττίνῃ Ἄμμωνος ἀπὸ ἀμφόδου Φρεμεὶ ἔχειν καὶ μεμετρῆσθαι παρʼ αὐτῆς τὴν ὁμολογοῦσαν Τετούειν χρῆσιν ἐν γένει σίτου καθαροῦ σὺν ἡμιολίᾳ ἀρτάβας τεσσαράκοντα ἥμισυ ,ἅσπερ ἐπάναγκον ἀποδώσει τῇ Κοττίνῃ μηνὶ Παῦνι τῆς τετάρτης ἰνδικτίονος ἐπὶ τῆς πόλεως μέτρῳ τετραχοινίκῳ, ἐπὶ δὲ τῆς ἀπαιτήσεως γίνεσθαι τῇ Κοττίνῃ τὴν πρᾶξιν ἔκ τε τῆς ὁμολογούσης Τετούεινος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης, καὶ ἐπερωτηθεῖσα ὡμολόγησεν. Αὐρηλία Τετούειν ἔσχον τὰς τοῦ σίτου καθαροῦ σὺν ἡμιολίᾳ ἀρτάβας τεσσαράκοντα ἥμισυ καὶ ἀποδώσω τῇ προθεσμίᾳ, ὡς πρόκειται. Αὐρήλιος Ἀσάμμων Ἁρποκράμμωνος ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. διʼ ἐμοῦ Παύλου.