Ancient Greek
SB 6 9317 a
Documentary Papyri, SB 6 9317a
Not analysed yet
Ἀγαθῷ Δαίμονι καὶ Πολέμωνι βιβλιοφύλαξι παρὰ Πετενεφώτου Σαραπᾶτος τοῦ Σαραπᾶτος μητρὸς Ταῶτος Φατρέως ἀπὸ Ὀξυρύγχων πόλεως. προσαπογράφομαι τὸ κατηντηκὸς εἴς με ἐξ ὀνόματος τῆς μητρός μου Ταῶτος Φατρέως τοῦ Φατρέως μητρὸς Ἀρσεῖτος Σελεύκου ἀπὸ τῆς αὐτῆς πόλεως, τετελευτηκυίης ἀδιαθέτου υἱωνοὺς ἐξ ἑτέρων τέκνων οὐκ ἐχούσης ἐπʼ ἐμοὶ ὄντι πρεσβυτέρῳ καὶ τοῖς ὁμογνησίοις μου ἀδελφοῖς Διογᾶτι καὶ Σαραπᾶτι καὶ Διογενίδι τοῖς τέσσαρσι μόνοις τέκνοις καὶ κληρονόμοις, μέρη δύο ἀπὸ μερῶν πέντε οὗ εἶχεν ἡ μήτηρ ἐν κώμῃ Τακολκείλι ἀπὸ ψιλῶν τόπων ἐμβαδοῦ βίκου ἑνός · ὅνπερ βῖκον ἕνα ἡ μήτηρ οὐκ ἀπεγράψατο, ἐμέρισεν δʼ αὐτῇ τοῦτον ὁ πατὴρ αὐτῆς Φατρῆς Φατρέως τοῦ Ἀμύλου μητρὸς Ταύριος ἀπὸ Τακολκείλεως ἀπὸ ψιλῶν αὐτοῦ τόπων διὰ τῆς κειμένης αὐτῇ πρὸς τὸν πατέρα ἡμῶν Σαραπᾶν Σαραπᾶτος τοῦ Πυρῶτος μητρὸς Διογενίδος ἀπὸ τῆς αὐτῆς πόλεως τοῦ γάμου συνγραφῆς, γεγονυίης διὰ γραφίου ἄνω τοπαρχίας ταῖς ἐπαγομέναις τοῦ ἑκκαιδεκάτου ἔτους θεοῦ Τραιανοῦ, ἐφʼ ᾗ ἐνθέσμῳ καὶ ἀπεριλύτῳ οὔσῃ ἐτελεύτησεν ὁ Φατρῆς οὐδὲν ὑπεναντίον ἐπιτελέσας κατὰ τοῦ μερισμοῦ. τὸν δʼ αὐτὸν βῖκον ἕνα δηλῶ εἶναι, ἀφʼ ὧν ἀπεγράψατο ὁ Φατρῆς ὡς Ἁτρῆς Ἁτρέως καὶ παππόθεν κατὰ μητέρα Ὥρου τῷ Φαρμοῦθι τοῦ ἐννεακαιδεκάτου ἔτους θεοῦ Ἁδριανοῦ πρότερον Σαρᾶτος Θώνιος τοῦ Φατρέως τοῦ καὶ Ἀμύλου ἀπὸ Τακολκείλεως βίκων δύο ,ὡς ἡ ἀπογραφὴ αὐτοῦ περιέχει. καὶ ὀμνύω αὐτοκράτορα Καίσαρα Τῖτον Αἴλιον Ἁδριανὸν Ἀντωνῖνον σεβαστὸν εὐσεβῆ ἀληθῆ εἶναι τὰ προγεγραμμένα. ἔτους ια Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου σεβαστοῦ εὐσεβοῦς μηνὸς Ἁδριανοῦ ε.