Ancient Greek
SB 6 9454
Documentary Papyri, SB 6 9454_1
Not analysed yet
Θέωνος ἀναγγείλαντος παρὰ Σωστράτου βασιλέα προστάξαι τοὺς σταθμοὺς τῶν ἀφῃρημένων ἢ ἐπὶ τὴν γῆν ἐπιλελεγμένων ἀπὸ μηνὸς Περιτίου τοῦ ἐν τῶι ιϛ ἔτει μηθένα αἰτεῖσθαι μηδὲ παραλαμβάνειν παρευρέσει μηδεμιᾶι ἕως ἂν ὁ βασιλεὺς περὶ τούτων ἐπισκέψηται· ἐὰν δέ τινες αἰτήσωνται ἢ κατὰ παραχώρησιν λάβωσιν ἢ ἄλλως πως οἰκονομήσωνται τρόπωι ὡιτινιοῦν, αἱ οἰκονομίαι αὐτοῖς ἄκυραι ἔστωσαν καὶ προσαποτεισάτωσαν τὰ ἐνοίκια παντὸς τοῦ χρόνου οὗ ἂν ἐλεγχθῶσιν κατὰ τὸ τοῦ βασιλέως πρόσταγμα.