Ancient Greek
SB 6 9454
Documentary Papyri, SB 6 9454_2
Not analysed yet
βασιλέως προστάξαντος Ἐπικύδους ἀναγγείλαντος παρὰ Σωστράτου μηθένα τῶν ἐπισταθμευόντων αἰτεῖσθαι παρευρέσει μηδεμιᾶι σταθμόν· ἐὰν δέ τις αἰτήσηται ὑπάρχοντος αὐτῶι σταθμοῦ, ἐλεγχθεὶς στερέσθω τοῦ σταθμοῦ καὶ ἡ δόσις αὐτῶι ἢ παράτυπος ἢ μή, ἄκυρος ἔστω· ἔτους …ου ϛ.