Ancient Greek
SB 6 9455
Documentary Papyri, SB 6 9455
Not analysed yet
τῷ λαμπροτάτῳ Φλαουίῳ Ἀλυπίῳ Ἥρωνος ἐπιμελητῇ πόλεως Ἡρακλέυς ἰνδικτίονος δεκάτης διὰ τῶν ὑποδεκτῶν …καὶ Ὀλυμπίου λαμπροτάτου Στέφανος καὶ Ἀδέλφιος ὀπτίονες τοῦ ἐνταῦθα ἐν παρόδῳ γενομένου ἀριθμοῦ τῶν γενναιοτάτων καὶ καθωσιωμένων Λεοντοκλιβαναρίων χαίρειν. ἐσχήκαμεν λόγῳ τροφίμων τοῖς ἡμετέροις κοντουβερναλίοις κατὰ πρόσταξιν τοῦ λαμπροτάτου ἄρχοντος τῆς Ἀρκάδων ἐπαρχίας ὑπὲρ πρώτης καὶ δευτέρας καὶ τρίτης τετραμήνου τῆς ἑνδεκάτης ἰνδικτίονος σίτου ἀρτάβας Βτο, δισχιλίας τριακοσίας ἑβδομήκοντα καὶ πρὸς τὴν σὴν ἀσφάλειαν καὶ τοῦ δημοσίου λόγου πεποίημαι σοι τόδε τὸ μονορεκαῦτον μεθʼ ὑπογραφῆς τοῦ προειρημένου ὀπτίονος ἐν μηνὶ Φαρμοῦθι ἰνδικτίονος εὐτυχοῦς δεκάτης. καὶ ἐρρῶσθαί σοι εὐχόμεθα πολλοῖς χρόνοις. ἐγὼ Φλάουιος Ἀδέλφιος στοιχεῖ μοι τόδε τὸ μονορεγκαῦτον, καθὼς προγέγραπται. Φλάουιος Φοιβάμμων υἱὸς τοῦ …ιάθιος ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος γράμματα μὴ εἰδότος.