Ancient Greek
SB 6 9456
Documentary Papyri, SB 6 9456
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν. βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου αἰωνίου Αὐγούστου ἔτους ιβ μηνὸς Θὼθ κγ, ιγ ἰνδικτίονος ἐν Ἀρσινόῃ. Αὐρήλιος Πέτρος υἱὸς Ἐπιμάχου ἰσικιομάγειρος ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως, ἀπὸ ἀμφόδου Θέωνος Αὐρηλίῳ Παύλῳ υἱῷ τοῦ δεῖνα …ος καὶ αὐτῷ ἰσικιομαγείρῳ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἐπειδὴ ἔσχον σε εἰς τὸ ἐμὸν ἐργαστήριον ἐν τάξει μισθίου καὶ ἀναχωρήσαντός σου τῆς πρός με παραμονῆς, κεκίνηκα πρὸς σὲ περὶ κλοπῆς ὡς γεναμένης μοι παρὰ σοῦ. καὶ πολλῶν μεταξὺ ἡμῶν κινηθέντων τέλος με ἀσθενήσαντα ἡμῖν μετὰ ἀξιοπίστων ἀνδρῶν ἔδοξεν ὥστε λαβεῖν με παρὰ σοῦ ὑπὲρ πάσης ἀπαλλαγῆς χρυσίου νομίσματα …γίνεται χρυσίου νομίσματα …ἀποπληρωθεὶς παρὰ σοῦ ἀπὸ τοῦ νῦν, ἐκέλευσά σε τὴν παροῦσαν ἔγγραφον ὁμολογίαν ἁπλῆν γραφεῖσαν ὑπʼ ἐμαυτοῦ κομίσασθαι, διʼ ἧς ὁμολογῶ μὴ ἐγκαλεῖν πρὸς σὲ καὶ μηδένα λόγον ἔχειν με μηδʼ ἄλλον ὑπὲρ ἐμοῦ περὶ τούτου μὴ περὶ ἄλλου οἱουδήποτε πράγματος ἐγγράφου ἢ ἀγράφου τὸ σύνολον διὰ τὸ ἐν ἅπασιν ἀπαλλαγῆναι καὶ διαλυθῆναί με πρὸς σέ. εἰ δὲ τοῦ λοιποῦ ἐπέλθω κατὰ σοῦ τρόπον οἱονδήποτε, ὅτι ἐνέχεσθαι τῷ ὡρισμένῳ προστίμῳ τῶν δύο νομισμάτων. κυρία ἡ ὁμολογία. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πέτρος υἱὸς Ἐπιμάχου ὁ προγεγραμμένος …Αὐρήλιος Ἰοῦστος Πέτρου ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος ἀγραμμάτου ὄντος ……γενομένη ὑπὸ Αὐρηλίου Πέτρου …