Ancient Greek
SB 6 9590
Documentary Papyri, SB 6 9590
Not analysed yet
……δι…τ…λλει… …γεωργοῦ ἀπὸ Μακαίτονος χωρίου καὶ Τανες τῆς αὐτοῦ …δια τοῦ λαμπροτάτου ἄπα Ἰουλίου ὑποδιακόνου τοῦ ἁγίου ἀββᾶ Παύλου …Χορτασώ, λιβὸς γῄδια Ἁπαλὰ τοίνυν οὖν ἐν τῷ τοῦ …ισας τῶν αὐτῶν δύο ἀρουρῶν καὶ τὸ δίκαιον φρέατος …βε τὰς ἀνηκούσας ἡμῖν δύο ἀρούρας διακειμένας …ἐν κλήρῳ καλουμένῳ Τσαβα καὶ τούτων γείτονες νότου γῄδια …Φοιβάμμωνος υἱοῦ Κουνβελ, λιβὸς γῄδια ἄπα Σίωνος …καὶ παρὰ τοῦ γεωργοῦ Βαιοσούχων γεωργει… πρὸς τὸ τὸν ὁμογνήσιόν μου ἀδελφὸν Παμοῦν κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν τὰς αὐτὰς δύο ἀρούρας καὶ Μακαίτονος καὶ Τεβέτνυ καὶ Χορτασὼ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς χρόνον …ἀντὶ τῶν δοθέντων μοι δύο ἀρουρῶν κώμης …καὶ ἐξουσίαν σε ἔχειν διοικεῖν, οἰκονομεῖν, πάντα πράττειν περὶ αὐτῶν ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ ἀνεγκλήτως καὶ μὴ δύνασθαί με ἐνάγειν ἢ παρασαλεύειν …καὶ μηδένα διαφέροντά μοι …αν εἰσι …τῶν αὐτῶν δύο ἀρουρῶν Μακαίτονος καὶ Ἁπαλὰ καὶ …με τοῦτο ἐπιχειροῦντα παρασχεῖν σοι λόγῳ προστίμου χρυσοῦ νομισμάτια δώδεκα ὀβρυζιακὰ καὶ πρᾶσιν ἰσχυρὰν εἶναι αὐτήν· ἀπηλλάχθην δὲ πρὸς σὲ κατὰ πᾶσαν ἀπαλλαγὴν καὶ διάλυσιν ἕνεκεν παντὸς πράγματος ὄντος μεταξὺ ἐμοῦ καὶ σοῦ ἐγγράφων τὲ καὶ ἀγράφων μέχρι τῆς παρούσης καὶ προγεγραμμένης ἡμέρας, εἶναι δὲ τὰ προγεγενημένα ἔγγραφα μεταξὺ ἡμῶν καὶ ὁ παρὼν χάρτης κύρια καὶ βέβαια· εἰ δὲ συμβῇ καιρῷ δέοντί εἰσιν εἴτε ἐκ τῶν ἀπὸ Νοήρεως εἴτε ἐκ τῶν ἀπὸ Χορτασὸ καὶ Ἁπαλὰ καὶ Τεβέτνυ κινῆσαι καθʼ ἡμῶν ἕνεκεν τῶν αὐτῶν τεσσάρων ἀρουρῶν, ὥστε ἥμᾶς ἀμφοτέρους ἀποστῆσαι καὶ ἀποσοβῆσαι τοὺς ὡς εἰκὸς κινοῦντας καθʼ ἡμῶν περὶ τούτων. κυρία ἡ παροῦσα ἀσφάλεια καὶ ἐπερωτηθεὶς κατὰ πρόσωπον ὡμολόγησα καὶ ἀπέλυσα. ἐγὼ ἄπα Ἰούλιος ὑποδιάκονος υἱὸς τοῦ μακαρίου Ἀπφουᾶ ἀφʼ Ἡρακλεοπόλεως· στοιχεῖ μοι. Θεόδωρος ἐλέῳ θεοῦ πρεσβύτερος τῆς ἁγίας μεγάλης ἐκκλησίας ἀφʼ Ἡρακλεοπόλεως μαρτυρῶ πᾶσιν, ὡς πρόκειται. Θεόδωρος ἐλέῳ θεοῦ διάκονος τῶν ἁγίων Τριῶν Παίδων ἀφʼ Ἡρακλεοπόλεως μαρτυρῶ πᾶσιν, ὡς πρόκειται di emou Curouς esemioth διʼ ἐμοῦ Κύρου συμβολαιογράφου . …Χορτασὼ καὶ Τεβέτνυ εἰς Παμοῦν τὸν αὐτοῦ ὁμογνήσιον ἀδελφόν .